Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.321 Joseph. AJ 16.326 (English) >>Joseph. AJ 16.332

16.324οἱ δʼ ἐπεὶ τοῦτο προσετέτακτο αὐτοῖς, ἐγγράφουσιν ἐπιβουλὴν μὲν οὔτε νοῆσαι κατὰ τοῦ γεγεννηκότος οὔτε συσκευάσασθαι, δρασμῷ δὲ ἐπιβαλέσθαι καὶ τοῦτο διʼ ἀνάγκην ὑπόπτου καὶ δυσχεροῦς ὄντος αὐτοῖς τοῦ βίου. 16.325

Κατὰ δὲ τὸν χρόνον ἥκοντος ἐκ Καππαδοκίας πρεσβευτοῦ παρὰ Ἀρχελάου Μήλα τινός, ὃς ἦν δυνάστης τῶν ἐκείνου, βουλόμενος Ἡρώδης ἐνδείξασθαι τὴν δύσνοιαν Ἀρχελάου πρὸς αὐτὸν ἐκάλει τὸν Ἀλέξανδρον ὡς ἦν ἐν τοῖς δεσμοῖς καὶ πάλιν ἠρώτα περὶ τῆς φυγῆς, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν. 16.326 δὲ Ἀλέξανδρος πρὸς Ἀρχέλαον ἔφη κἀκεῖθεν εἰς Ῥώμην ὁμολογήσαντα διαπέμψειν· ἄλλο δʼ οὐδὲν οὔτʼ ἄτοπον οὔτε δυσχερὲς ἐντεθυμῆσθαι κατὰ τοῦ πατρὸς οὐδʼ ὅσα συνεσκεύασται κακοηθείᾳ τῶν ἐναντίων ἀληθὲς εἶναί τι τούτων. 16.327βούλεσθαι δʼ ἂν ἔτι ζῆν καὶ τοὺς περὶ Τύραννον εἰς ἐξέτασιν ἀσφαλεστέραν, ἀλλὰ καὶ τούτους ἀπολέσθαι θᾶττον Ἀντιπάτρου τῷ πλήθει τοὺς ἰδίους ἐγκαθιστάντος φίλους. 16.328

Τοιαῦτα λέγοντος ἐκέλευσεν ἅμα τόν τε Μήλαν καὶ τὸν Ἀλέξανδρον ἄγειν ὡς Γλαφύραν τὴν Ἀρχελάου καὶ πυνθάνεσθαι παρʼ αὐτῆς, εἰ μηδὲν ἠγνόει τῶν εἰς ἐπιβουλὴν Ἡρώδου γιγνομένων. 16.329ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφʼ οἷς ἧκον εἰπεῖν πράττειν δυναμένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.321 Joseph. AJ 16.326 (English) >>Joseph. AJ 16.332

Powered by PhiloLogic